Ezekiel 31:9
διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ· καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 13:10Καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα.
Genesis 37:11Ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· ὁ δὲ πατὴρ αὐτοῦ διετήρησε τὸ ῥῆμα.
Judges 9:8Πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφʼ ἑαυτὰ βασιλέα, καὶ εἶπον τῇ ἐλαίᾳ, βασίλευσον ἐφʼ ἡμῶν.
Psalms 75:6ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
Proverbs 27:4Ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργὴ, ἀλλʼ οὐδὲν ὑφίσταται ζῆλος.
Isaiah 51:3Καὶ σὲ νῦν παρακαλέσω, Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.