Ezekiel 33:10
Καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ, οὓτως ἐλαλήσατε λέγοντες, αἱ πλάναι ἡμῶν, καὶ αἱ ἀνομίαι ἡμῶν ἐφʼ ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 26:39Καὶ οἱ καταλειφθέντες ἀφʼ ὑμῶν, καταφθαρήσονται διὰ τὰς ἁμαρτίας αὐτῶν, καὶ διὰ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν· ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται.
Ezra 9:15Κύριε ὁ Θεὸς Ἰσραὴλ, δίκαιος σὺ, ὅτι κατελείφθημεν διασωζόμενοι, ὡς ἡ ἡμέρα αὕτη· ἰδοὺ ἡμεις ἐναντίον σου ἐν πλημμελείαις ἡμῶν, ὅτι οὐκ ἔστι στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ.
Isaiah 49:14Εἶπεν δὲ Σιὼν, ἐγκατέλιπέ με Κύριος, καὶ ὅτι Κύριος ἐπελάθετό μου.
Jeremiah 2:25Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους· ἡ δὲ εἶπεν ἀνδριοῦμαι, ὅτι ἠγαπήκει ἀλλοτρίους, καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.
Ezekiel 18:19Καὶ ἐρεῖτε, τί ὅτι οὐκ ἔλαβε τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρός; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος πεποίηκε, πάντα τὰ νόμιμά μου συνετήρησε, καὶ ἐποίησεν αὐτὰ, ζωῇ ζήσεται.
Ezekiel 37:11Καὶ ἐλάλησε Κύριος πρὸς μὲ, λέγων, υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.