Ezekiel 34:14
ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτοὺς, ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ἰσραήλ· καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ, καὶ κοιμηθήσονται, καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Psalms 23:1Ψαλμὸς τῷ Δαυὶδ τῆς μιᾶς σαββάτου. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
Psalms 31:8Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.
Isaiah 30:23Τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον.
Jeremiah 31:12Διατοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν, καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι, καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσι.
Jeremiah 31:25Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη.
Ezekiel 34:27Καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτοὺς,