Ezekiel 34:23
Καὶ ἀναστήσω ἐπʼ αὐτοὺς ποιμένα ἕνα, καὶ ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
22Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν.
24καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος ἐλάλησα.
Cross References
Ecclesiastes 12:11Λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός.
Isaiah 40:11Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
Jeremiah 3:15καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετʼ ἐπιστήμης.
Jeremiah 30:9Μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις.
Hosea 3:5Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν.
Zechariah 13:7Ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου, καὶ ἐπὶ ἄνδρα πολίτην μου, λέγει Κύριος παντοκράτωρ, πατάξατε τοὺς ποιμένας, καὶ ἐκσπάσατε τὰ πρόβατα· καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς μικρούς.