Ezekiel 35:5
Ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας, ἐπʼ ἐσχάτων.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
4καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.
6Διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος Κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε.
Cross References
Psalms 137:7Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπʼ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου.
Ezekiel 21:25τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὴν Ἰουδαίαν, καὶ ἐπὶ τὴν Ἱερουσαλὴμ, ἐν μέσῳ αὐτῆς.
Ezekiel 25:12Τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ἰούδα, καὶ ἐμνησικάκησαν, καὶ ἐξεδίκησαν δίκην,
Ezekiel 35:12καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος· ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας, τὰ ὄρη Ἰσραὴλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα,
Amos 1:11Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς, καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ, καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος.