Ezekiel 35:8
καὶ ἐμπλήσω τῶν τραυματιῶν βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
7Καὶ δώσω ὄρος Σηεὶρ εἰς ἔρημον, καὶ ἠρημωμένον, καὶ ἀπολῶ ἀπʼ αὐτοῦ ἀνθρώπους καὶ κτήνη,
9Ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.
Cross References
Isaiah 34:2Διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν.
Ezekiel 32:4καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεται, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω πάντα τὰ θηρία πάσης τῆς γῆς.
Ezekiel 32:6Καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου, ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων· φάραγγας ἐμπλήσω ἀπὸ σοῦ,