Ezekiel 36:12
Καὶ γεννήσω ἐφʼ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ἰσραὴλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπʼ αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 13:32Καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες, τὴν γῆς ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπʼ αὐτῆς ἐστι· καὶ πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις.
Jeremiah 15:7Καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾶ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν.
Ezekiel 47:14Καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ᾖρα τὴν χεῖρά μου, τοῦ δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.
Obadiah 1:20Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν· καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· κληρονομήσουσι τὰς πόλεις τοῦ ναγέβ.