Ezekiel 36:20
Καὶ εἰσῆλθον εἰς τὰ ἔθνη, οὗ εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτοὺς, λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 32:11καὶ ἐδεήθη Μωυσῆς ἔναντι Κυρίου τοῦ Θεοῦ, καὶ εἶπεν, ἱνατί, Κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ;
Joshua 7:9Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν, περικυκλώσουσιν ἡμᾶς, καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;
2 Kings 18:30Καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Ἐζεκίας πρὸς Κὺριον, λέγων, ἐξαιρούμενος ἐξελεῖται Κύριος, οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων.
2 Kings 19:10μὴ ἐπαιρέτω σε ὁ Θεός σου ἐφʼ ᾧ σὺ πέποιθας ἐν αὐτῷ, λέγων, οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.
Jeremiah 33:24Πλὴν χεὶρ Ἀχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου, τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ, μὴ ἀνελεῖν αὐτόν.