Ezekiel 38:16
Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσι πάντα τὰ ἔθνη ἐμὲ, ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 14:18Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμὶ Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραῷ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἵπποις αὐτοῦ.
1 Samuel 17:45Καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον, σὺ ἔρχῃ πρὸς μὲ ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κᾀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Θεοῦ σαβαὼθ παρατάξεως Ἰσραὴλ, ἣν ὠνείδισας σήμερον,
Isaiah 29:23Ἀλλʼ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, διʼ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.
Ezekiel 36:23Καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς αὐτῶν.
Ezekiel 38:23Καὶ μεγαλυνθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.