Ezekiel 40:45
Καὶ εἶπε πρὸς μὲ, ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς Νότον, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 8:35Καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας, ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα Κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτω γὰρ ἐνετείλατό μοι Κύριος ὁ Θεός.
Numbers 3:32Καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων.
Numbers 18:5Καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων, καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ.
1 Chronicles 9:23Καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πύλων ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν.
Psalms 134:1Ἀλληλούϊα. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον,
Malachi 2:4Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος παντοκράτωρ.