Ezekiel 43:8
ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν, καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν· καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου, καὶ ἐν φόνῳ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 16:14τὸ ἀπέναντι Κυρίου· καὶ προσήγαγε τὸ πρόσωπον τοῦ οἴκου Κυρίου, ἀπὸ τοῦ ἀναμέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀναμέσον τοῦ οἴκου Κυρίου· καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βοῤῥᾶν.
2 Kings 23:11Καὶ κατέκαυσε τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθὰν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρείμ· καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί,
2 Chronicles 33:7Καὶ ἔθηκε τὸ γλυπτὸν, τὸ χωνευτὸν, εἰκόνα ἣν ἐποίησεν ἐν οἴκῳ Θεοῦ, οὗ εἶπε Θεὸς πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν υἱὸν αὐτοῦ, ἐν τῷ οἴκῳ τούτῳ καὶ Ἱερουσαλὴμ ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραὴλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.
Ezekiel 5:12Τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτοὺς, καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.
Ezekiel 8:3Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς Βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου·
Ezekiel 23:39καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου, τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου,