Ezekiel 45:19
Καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ, καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου, καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ, καὶ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 16:18Καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι Κυρίου, καὶ ἐξιλάσεται ἐπʼ αὐτοῦ· καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ.
Ezekiel 43:17Καὶ τὸ ἱλαστήριον πηχῶν δεκατεσσάρων τὸ μῆκος, ἐπὶ πήχεις δέκατέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ, καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν κυκλούμενον αὐτῷ ἥμισυ πήχεως· καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόθεν, καὶ οἱ κλημακτῆρες αὐτοῦ βλέποντες κατὰ ἀνατολάς.