Ezekiel 45:23
Καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθʼ ἡμέραν, τὰς ἑπτὰ ἡμέρας, καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγῶν καθʼ ἡμέραν, καὶ θυσίαν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
24Καὶ πέμμα τῷ μόσχῳ, καὶ πέμματα τῷ κριῷ ποιήσεις, καὶ ἐλαίου τὸ εἲν τῷ πεμματι.
Cross References
Leviticus 23:8Καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
Numbers 28:15Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς ποιηθήσεται, καὶ ἡ σπονδὴ αὐτοῦ.
Numbers 28:24Ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διαπαντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ.
Numbers 29:11Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν· πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως, καὶ ἡ ὁλοκαύτωσις ἡ διαπαντός· ἡ θυσία αὐτῆς, καὶ ἡ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ.