Ezekiel 45:9
Τάδε λέγει Κύριος Θεὸς, ἱκανούσθω ὑμῖν οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ, ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρίμα καὶ δικαιοσύνην ποιήσατε· ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος Θεός.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Ζυγὸς δίκαιος, καὶ μέτρον δίκαιον, καὶ χοῖνιξ δικαία ἔσται ὑμῖν τοῦ μέτρου,
Cross References
Job 22:9Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας.
Psalms 82:2Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς ὁ Θεός.
Jeremiah 22:3Τάδε λέγει Κύριος, ποιεῖτε κρίσιν καὶ δικαιοσύνην, καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν, καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.
Ezekiel 44:6Καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος ὁ Θεὸς, ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραὴλ,
Micah 2:1Ἐγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ᾖραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν.