Ezekiel 46:20
Καὶ εἶπε πρὸς μὲ, οὗτος ὁ τόπος ἐστὶν, οὗ ἑψήσουσιν ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ ἐκεῖ πέψουσι τὸ μαναὰ τὸ παράπαν, τοῦ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, τοῦ ἁγιάζειν τὸν λαόν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 29:31Καὶ τὸν κριὸν τῆς τελειώσεως λήψῃ· καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ.
Leviticus 2:3Καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν Κυρίου.
Leviticus 2:10Τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων Κυρίου.
1 Samuel 2:13Καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος· καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ,
Ezekiel 44:19Καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν, ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς· καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων, καὶ ἐνδύσονται στολὰς ἑτέρας, καὶ οὐ μὴ ἁγιάσωσι τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν.
Ezekiel 46:24Καὶ εἶπε πρὸς μὲ, οὗτοι οἱ οἶκοι τῶν μαγείρων, οὗ ἑψήσουσιν ἐκεῖ οἱ λειτουργοῦντες τῷ οἴκῳ τὰ θύματα τοῦ λαοῦ.