Ezekiel 47:10
Καὶ στήσονται ἐκεῖ ἁλιεῖς ἀπὸ Ἰνγαδεὶν ἕως Ἐναγαλλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθʼ ἑαυτὴν ἔσται· καὶ οἱ ἰχθύες αὐτῆς, ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 34:6Καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
Joshua 23:4Ἴδετε ὅτι ἐπέῤῥιφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν, ἀπὸ τοῦ Ἰορδάνου πάντα τὰ ἔθνη, καὶ ἐξωλόθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου.
2 Chronicles 20:2Καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ, λέγοντες, ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἀσασὰν Θαμὰρ, αὕτη ἐστὶν Ἐγγαδί.
Isaiah 49:12Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσιν, οὗτοι ἀπὸ Βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
Ezekiel 26:5Ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι.
Ezekiel 48:28καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς Λίβα· καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν, καὶ ὕδατος βαριμὼθ Κάδης, κληρονομίας, ἕως τῆς θαλάσσης τῆς μεγάλης.