Ezekiel 48:8
Καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ πέντε καὶ εἴκοσι χιλιάδες εὖρος, καὶ μῆκος, καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς, καὶ ἕως τῶν πρὸς θάλασσαν· καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
7Καὶ ἀπὸ τῶν ὁρίων Ῥουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἰούδα, μία.
9Ἀπαρχὴν, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος εἴκοσι πέντε χιλιάδες.
Cross References
Isaiah 12:6Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιὼν, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.
Ezekiel 45:1Καὶ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ, ἀφοριεῖτε ἀπαρχὴν τῷ Κυρίῳ, ἅγιον ἀπὸ τῆς γῆς πέντε καὶ εἴκοσι χιλιάδας μῆκος, καὶ εὖρος εἴκοσι χιλιάδας, ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθεν.
Ezekiel 48:35Κύκλωμα, δέκα καὶ ὀκτὼ χιλιάδες· καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφʼ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.