Ezekiel 7:2
καὶ σὺ υἱὲ ἀνθρώπου εἰπόν, τάδε λέγει Κύριος, Τῇ γῇ τοῦ Ἰσραὴλ πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
Cross References
Deuteronomy 32:20καὶ εἶπεν, ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπʼ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
Jeremiah 5:31Οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;
Lamentations 1:9ΤΗΘ. Ἀκαθαρσία αὐτῆς πρὸ ποδῶν αὐτῆς· οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς, καὶ κατεβίβασεν ὑπέρογκα· οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν. ἴδε Κύριε τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός.
Ezekiel 7:3Ἥκει τὸ πέρας
Ezekiel 11:13καὶ ἐγένετο ἐν τῷ προφητεύειν με, καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανε· καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα, οἴμοι οἴμοι Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ;
Ezekiel 21:2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ θαιμὰν, καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ, καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ,