Ezra 10:3
Καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας, καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος, γενηθήτω.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
4Ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.
Cross References
Deuteronomy 7:2Καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς· ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,
Joshua 9:6Καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ἰσραήλ, ἐκ γῆς μακρόθεν ἥκαμεν· καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.
2 Kings 11:17Καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀναμέσον Κυρίου καὶ ἀναμέσον τοῦ βασιλέως καὶ ἀναμέσον τοῦ λαοῦ, τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ· καὶ ἀναμέσον τοῦ βασιλέως καὶ ἀναμέσον τοῦ λαοῦ.
2 Chronicles 30:12Καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν, τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου.
2 Chronicles 34:27καὶ ἐνετράπη ἡ καρδία σου, καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν, καὶ ἐταπεινώθης ἐναντίον μου, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος.
2 Chronicles 34:32Καὶ ἔστησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ Βενιαμίν· καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἱερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου Θεοῦ πατέρων αὐτῶν.