Ezra 3:7
Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι, καὶ βρώματα καὶ ποτὰ, καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ τοῖς Τυρίοις, ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης, κατʼ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπʼ αὐτούς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 12:10Καὶ ἔλαβεν Ἰωδαὲ ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησε τρώγλην ἐπὶ τῇς σανίδος αὐτῆς, καὶ ἔδωκεν αὐτὴν παρὰ ἁμμαζειβὶ ἐν τῷ οἴκῳ ἀδρος οἴκου Κυρίου· και ἔδωκας οἱ ἱερεῖς οἱ ἱεπεῖς φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου·
2 Kings 12:13καὶ τοῖς τειχισταῖς, καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδὲκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι.
2 Chronicles 2:10Καὶ εἶπε Χιρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ, καὶ ἀνέστειλε πρὸς Σαλωμὼν, λέγων, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ, ἔδωκέ σε ἐπʼ αὐτοὺς βασιλέα.
2 Chronicles 24:12Καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ποιοῦσι τὰ ἔργα εἰς ἐργασίαν οἴκου Κυρίου· καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον Κυρίου, καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον Κυρίου.
Ezra 1:2Οὕτως εἶπε Κύρος βασιλεὺς Περσῶν, πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπʼ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.