Ezra 4:20
Καὶ βασιλεῖς ἰσχυροὶ ἐγένοντο ἐν Ἱερουσαλὴμ, καὶ ἐπικρατοῦντες ὅλης τῆς πέραν τοῦ ποταμοῦ, καὶ φόροι πλήρεις καὶ μέρος δίδονται αὐτοῖς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 15:18Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου·
1 Kings 5:1Καὶ ἐχορήγουν οἱ καθεστάμενοι οὕτως τῷ βσαιλεῖ Σαλωμών· καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον. Καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεὺς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
1 Chronicles 18:3Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ βασιλέα Σουβὰ Ἠμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην·
1 Chronicles 18:13Καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουρὰς, καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυίδ· καὶ ἔσωζε Κύριος τὸν Δανὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.
2 Chronicles 9:14πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων ὧν ἔφερον· καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπῶν τῆς γῆς, πάντες ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμών.