Ezra 7:25
Καὶ σὺ Ἔσδρα, ὡς ἡ σοφία τοῦ Θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτὰς, ἵνα ὦσι κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσι τοῖς εἰδόσι νόμον τοῦ Θεοῦ σου, καὶ τῷ μὴ εἰδότι γνωριεῖτε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 41:38Καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ, μῆ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ;
Exodus 18:21Καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.
Deuteronomy 16:18Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεός σου δίδωσί σοι κατὰ φυλάς· καὶ κρινοῦσι τὸν λαὸν κρίσιν δικαίαν.
2 Kings 17:27Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀσσυρίων, λέγων, ἀπαγάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν, καὶ κατοικήτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς.
1 Chronicles 23:4Ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἴκοσι τέσσαρες χιλιάδες, καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι,
2 Chronicles 19:8Καί γε ἐν Ἱερουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν Κυρίου, καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ.