Ezra 9:11
ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν, λέγων, ἡ γῆ εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτὴν, γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν ἐν μακρύμμασιν αὐτῶν, ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Τί εἴπωμεν ὁ Θεὸς ἡμῶν μετὰ τοῦτο; ὅτι ἐγκατελίπομεν ἐντολάς σου,
Cross References
Leviticus 18:24Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμίανθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
Deuteronomy 12:31Οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύματα Κυρίου ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.
2 Kings 21:16Καί γε αἷμα ἀθῶον ἐξέχεε Μανασσῆς πολὺ σφόδρα ἕως οὗ ἔπλησε τὴν Ἱερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτε τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου.
Ezra 6:21Καὶ ἔφαγον υἱοὶ Ἰσραὴλ τὸ πάσχα, οἱ ἀπὸ τῆς ἀποικεσίας, καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοῦς, τοῦ ἐκζητῆσαι Κύριον Θεὸν Ἰσραήλ.
Ezekiel 36:25καὶ ῥανῶ ἐφʼ ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς·