Ezra 9:4
Καὶ συνήχθησαν πρὸς μὲ πᾶς ὁ διώκων λόγον Θεοῦ Ἰσραὴλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας· κᾀγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 29:39Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν.
Numbers 25:6Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανίτιν ἐναντίον Μωυσῆ, καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ· αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
Ezra 10:3Καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας, καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος, γενηθήτω.
Isaiah 66:2Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλʼ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου;
Ezekiel 9:4Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην, καὶ εἶπε πρὸς αὐτὸν, δίελθε μέσην Ἱερουσαλὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.