Ezra 9:7
Ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμὲν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ, καὶ ἐν αἰχμαλωσίᾳ, καιὶ ἐν διαρπαγῇ, καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 26:39Καὶ οἱ καταλειφθέντες ἀφʼ ὑμῶν, καταφθαρήσονται διὰ τὰς ἁμαρτίας αὐτῶν, καὶ διὰ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν· ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται.
Deuteronomy 4:25Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου, καὶ χρονίσητε ἐπὶ τῆς γῆς, καὶ ἀνομήσητε, καὶ ποιήσετε γλυπτὸν ὁμοίωμα παντός, καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιου Κυρίου τοῦ
Deuteronomy 29:22Καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμῶν, οἳ ἀναστήσονται μεθʼ ὑμᾶς, καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς, ἃς ἀπέστειλε Κύριος ἐπʼ αὐτὴν,
Deuteronomy 31:20Εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ φάγονται, καὶ ἐμπλησθέντες κορήσουσι, καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους, καὶ λατρεύσουσιν αὐτοῖς, καὶ παροξυνοῦσί με, καὶ διασκεδάσουσι τὴν διαθήκην μου.
1 Samuel 12:15Ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου, καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφʼ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.
2 Kings 17:5Καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ, καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπʼ αὐτὴν τρία ἔτη.