Γένεσις 14:2
ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰ βασιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ, καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωεὶμ, καὶ βασιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
3Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν.
Cross References
Genesis 10:19Καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζὰν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωῒμ ἕως Δασά.
Genesis 19:20Ἰδοὺ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά· καὶ ἐκεῖ διασωθήσομαι· οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
Deuteronomy 34:3καὶ τὴν ἔρημον, καὶ τὰ περίχωρα Ἱεριχὼ, πόλιν φοινίκων ἕως Σηγώρ.
Isaiah 15:5Ἡ καρδία τῆς Μωαβείτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγώρ· δάμαλις γάρ ἐστι τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ, πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ, σύντριμμα καὶ σεισμός.
Hosea 11:8Τί σε διαθῶμαι Ἐφραίμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῶ; ὡς Ἀδάμα θήσομαί σε, καὶ ὡς Σεβοείμ· μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου·