Γένεσις 17:19
Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ, ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν, εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
18Εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.
Cross References
Genesis 16:11Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
Genesis 18:10Εἶπε δὲ, ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Σάῤῥα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ.
Genesis 21:3Καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ·
Genesis 26:3Καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην· καὶ στήσω τὸν ὅρκον μου, ὅν ὤμοσα τῷ Ἁβραὰμ τῷ πατρί σου.