Γένεσις 21:17
Εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν· καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ, τί ἐστιν Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἐστιν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
18Ἀνάστηθι καὶ λάβε τὸ παιδίον, καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.
Cross References
Genesis 15:1Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἅβραμ ἐν ὁράματι, λέγων, μὴ φοβοῦ Ἅβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
Genesis 16:9Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου, ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
Genesis 46:3Ὁ δὲ λέγει αὐτῷ, ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ.
Exodus 14:13Εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαὸν, θαρσεῖτε, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον·
Exodus 22:27Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς.
1 Samuel 11:5Καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τοπρωῒ ἐξ ἀγροῦ· καὶ εἶπε Σαοὺλ, Τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν ἀνδρῶν Ἰαβίς.