Γένεσις 22:12
Καὶ εἶπε, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν· καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ διʼ ἐμέ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
11Καὶ ἐκάλεσεν αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν, Ἁβραὰμ, Ἁβραάμ· ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ.
Cross References
Genesis 20:11Εἶπε δὲ Ἁβραὰμ, εἶπα γὰρ, ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
Genesis 26:5Ἀνθʼ ὧν ὑπήκουσεν Ἁβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου.
Exodus 20:20Καὶ λέγει αὐτοῖς Μωυσῆς, θαρσεῖτε· ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ Θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε.
1 Samuel 15:22Καὶ εἶπε Σαμουήλ, εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν.
Job 5:19Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
Psalms 1:6Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.