Γένεσις 24:15
Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ Ἁβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 11:29Καὶ ἔλαβον Ἅβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἅβραμ, Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ, Μελχά, θυγάτηρ Ἀῤῥάν· καὶ πατὴρ Μελχὰ, καὶ πατὴρ Ἰεσχά.
Genesis 22:20Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ, λέγοντες, ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
Genesis 24:24Ἡ δὲ εἶπεν αὐτῷ, θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ.
Genesis 29:5Εἶπε δὲ αὐτοῖς, γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν, γινώσκομεν·
Exodus 2:16Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ· παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενάς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ.
Ruth 2:2Καὶ εἶπε Ῥοὺθ ἡ Μωαβίτις πρὸς Νωεμὶν, πορεῦθω δὴ εἰς ἀγρὸν, καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ, πορεύου, θύγατερ.