Γένεσις 29:34
Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν, ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Λευεί.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 30:20Καὶ εἶπε Λεία, δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαβουλών.
Genesis 35:23Υἱοὶ Λείας, πρωτότοκος Ἰακὼβ, Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών.
Genesis 49:5Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν·
Exodus 32:26ἔστη δὲ Μωυσῆς ἑπὶ τῆς πύλης τῆς παρεμβολῆς, καὶ εἶπε, τίς πρὸς Κύριον; ἴτω πρός με. Συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευί.
Deuteronomy 33:8Καὶ τῷ Λευὶ εἶπε, δότε Λευὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ· ἐλοιδόρησαν αὐτὸν ἐφʼ ὕδατος ἀντιλογίας·