Γένεσις 30:2
Θυμωθεὶς δὲ Ἰακὼβ τῇ Ῥαχὴλ εἶπεν αὐτῇ, μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 20:18Ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἁβραάμ.
Genesis 29:31Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.
Genesis 50:19Καὶ εἶπεν αὐτοῖς Ἰωσὴφ, μὴ φοβεῖσθε, τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ.
Deuteronomy 7:13Καὶ ἀγαπήσει σε, καὶ εὐλογήσει σε, καὶ πληθυνεῖ σε, καὶ εὐλογήσει τὰ ἔγγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.
1 Samuel 2:5Πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.
Psalms 113:9Μὴ ἡμῖν Κύριε, μὴ ἡμῖν, ἀλλʼ ἢ τῷ ὀνόματί σου δὸς δόξαν, ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου·