Γένεσις 31:24
Ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθʼ ὕπνον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ, Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 20:3Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί.
Genesis 28:5Καὶ ἀπέστειλεν Ἰσαὰκ τὸν Ἰακώβ· καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν Ῥεβέκκας τῆς μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
Genesis 31:29Καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου χθὲς εἶπε πρός με, λέγων, Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
Genesis 40:5Καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτί· ἡ δὲ ὅρασις τοῦ ἐνυπνίου τοῦ ἀρχιοινοχόου καὶ ἀρχισιτοποιοῦ, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ, ἦν αὕτη.
Numbers 12:6Καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γυωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
Numbers 22:26Καὶ προσέθετο ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν ἢ ἀριστεράν.