Γένεσις 31:28
Καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου, καὶ τὰς θυγατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας.
μετάφραση των εβδομήκοντα
In The King James Version
And hast not suffered me to kiss my sons and my daughters? thou hast now done foolishly in so doing.
In Context
Cross References
Genesis 29:13Ἐγένετο δὲ ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.
Genesis 31:13Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
Exodus 4:27Εἶπε δὲ Κύριος πρὸς Ἀαρὼν, πορεύθητι εἰς συνάντησιν Μωυσῇ εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη, καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ Θεοῦ, καὶ κατεφίλησαν ἀλλήλους.
Ruth 1:14Καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ὀρφὰ τὴν πενθερὰν αὐτῆς, καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς· Ῥοὺθ δὲ ἠκολούθησεν αὐτῇ.
1 Kings 19:20Καὶ κατέλιπεν Ἑλισαιὲ τὰς βόας, καὶ κατέδραμεν ὀπίσω Ἠλιοὺ, καὶ εἶπε, καταφιλήσω τὸν πατέρα μου, καὶ ἀκολουθήσω ὀπίσω σοῦ· καὶ εἶπεν Ἠλιοὺ, ἀνάστρεφε, ὅτι πεποίηκά σοι.