Γένεσις 31:42
Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ φόβος Ἰσαὰκ, ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον τῶν χειρῶν μου, εἶδεν ὁ Θεός· καὶ ἤλεγξέ σε χθές.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 16:11Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
Genesis 27:33Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε, τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε; καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔσται.
Genesis 31:5Καὶ εἶπεν αὐταῖς, ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετʼ ἐμοῦ.
Genesis 31:24Ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθʼ ὕπνον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ, Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
Genesis 31:53Ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρίναι ἀνὰ μέσον ἡμῶν· καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
Deuteronomy 15:13Ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν.