Γένεσις 34:20
Ἦλθε δὲ Ἐμμὼρ καὶ Συχὲμ ὁ υἱὸς αὐτοῦ πρὸς τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν, λέγοντες,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 22:17Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
Deuteronomy 17:5Καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον, ἢ τὴν γυναῖκα ἐκείνην, καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν.
2 Samuel 15:2Καὶ ὤρθρισεν Ἀβεσσαλὼμ, καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης· καὶ ἐγένετο πᾶς ἀνὴρ ᾧ ἐγένετο κρίσις, ἦλθε πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησε πρὸς αὐτὸν Ἀβεσσαλὼμ, καὶ ἔλεγεν αὐτῷ, ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν, ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου.
Proverbs 31:23Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς.
Amos 5:12Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα, καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.
Zechariah 8:16Οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν,