Γένεσις 34:5
Ἰακὼβ δὲ ἤκουσεν, ὅτι ἐμίανεν ὁ υἱὸς Ἐμμὼρ Δείναν τὴν θυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ· παρεσιώπησε δὲ Ἰακὼβ, ἕως τοῦ ἐλθεῖν αὐτούς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
4Εἶπε Συχὲμ πρὸς Ἐμμὼρ τὸν πατέρα αὐτοῦ, λέγων, λάβε μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα.
6Ἐξῆλθε δὲ Ἐμμὼρ ὁ πατὴρ Συχὲμ πρὸς Ἰακὼβ, λαλῆσαι αὐτῷ.
Cross References
Genesis 37:13Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσὴφ, οὐχὶ οἱ ἀδελφοί σου ποιμαίνουσιν εἰς Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς· εἶπε δὲ αὐτῷ, ἰδοὺ ἐγώ.
Leviticus 10:3Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, τοῦτό ἐστιν, ὃ εἶπε Κύριος, λέγων, ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήοσμαι· καὶ κατενύχθη Ἀαρών.
1 Samuel 16:11Καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαὶ, ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν, ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ· καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαὶ, ἀπόστειλον καὶ λάβε αὐτὸν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.
2 Samuel 13:22Καὶ οὐκ ἐλάλησεν Ἀβεσσαλὼμ μετὰ Ἀμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἐπὶ λόγου οὗ ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ.