Γένεσις 35:11
Εἶπε δὲ αὐτῷ ὁ Θεὸς, ἐγὼ ὁ Θεός σου· αὐξάνου, καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 9:1Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ· καὶ εἶπεν αὐτοῖς· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.
Genesis 13:16Καὶ ποιήσω τὸ σπέρμα σου, ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.
Genesis 17:1Ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐννενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἅβραμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος.
Genesis 17:6Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη· καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
Genesis 18:14Μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ῥῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.
Genesis 22:17Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.