Γένεσις 38:14
Καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφʼ ἑαυτῆς, περιέβαλε τὸ θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνὰν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· ἴδε γὰρ ὅτι μέγας γέγονε Σηλὼμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 38:11Εἶπε δὲ Ἰούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ, κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου· εἶπε γάρ, μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
Genesis 38:26Ἐπέγνω δὲ Ἰούδας, καὶ εἶπε, δεδικαίωται Θάμαρ ἢ ἐγώ· οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου· Καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.
Jeremiah 3:2Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε, ποῦ οὐχὶ ἐξεφύρθης· ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου,