Γένεσις 4:12
Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἐσῃ ἐπὶ τῆς γῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
13Καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεὸν, μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με.
Cross References
Genesis 3:17Τῷ δὲ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπʼ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Leviticus 26:20Καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν· καὶ οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγρου ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ.
Deuteronomy 28:23Καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ.
Proverbs 28:17Ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος, φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ· παίδευε υἱὸν καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ, οὐ μὴ ὑπακούσει ἔθνει παρανόμῳ.
Hosea 9:17Ἀπώσεται αὐτοὺς ὁ Θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.