Γένεσις 4:8
Καὶ εἶπεν Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθωμεν εἰς τὸ πεδίον· καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Samuel 3:27Καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρὼν, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν, ἐνεδρεύων· καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.
2 Samuel 14:6Ἡ δὲ εἶπε, καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου. Καί γε τῇ δούλῃ σου δύο υἱοὶ, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀναμέσον αὐτῶν· καὶ ἔπαισεν ὁ εἷς τὸν ἕνα ἀδελφὸν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτόν.
Psalms 24:3καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.
Proverbs 26:24Χείλεσι πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρὸς, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους.