Γένεσις 44:14
Εἰσῆλθε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ἰωσὴφ ἔτι αὐτοῦ ὄντος ἐκεῖ, καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 37:7Ὤμην ὑμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ· καὶ ἀνέστη τὸ ἐμὸν δράγμα, καὶ ὠρθώθη· περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν, προσεκύνησαν τὸ ἐμὸν δράγμα.
Genesis 43:16Εἶδε δὲ Ἰωσὴφ αὐτοὺς, καὶ τὸν Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον· καὶ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ, εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν, καὶ σφάξον θύματα, καὶ ἑτοίμασον· μετʼ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν.
Genesis 50:18Καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν, οἵδε ἡμεῖς σοὶ οἰκέται.