Γένεσις 45:26
Καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, ὅτι ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου· καὶ ἐξέστη τῇ διανοίᾳ Ἰακὼβ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
25Καὶ ἀνέβησαν ἐξ Αἰγυπτου, καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν.
Cross References
Genesis 37:35Συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτόν· καὶ οὐκ ἤθελε παρακαλεῖσθαι, λέγων, ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου· καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ.
Genesis 42:36Εἶπε δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν, ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπʼ ἐμὲ ἐγένετο ταῦτα πάντα.
Genesis 44:28καὶ ἐξῆλθεν ὁ εἷς ἀπʼ ἐμοῦ· καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν, καὶ οὐκ ἴδον αὐτὸν ἄχρι νῦν.
Genesis 48:11Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσὴφ, ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου.
Job 29:24Ἐὰν γελάσω πρὸς αὐτοὺς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν.
Psalms 126:1Ὠδὴ τῶν ἀναβαθμῶν. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.