Γένεσις 46:20
Ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ, καὶ τὸν Ἐφραίμ· ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ· υἱοὶ δὲ Ἐφραὶμ ἀδελφοῦ Μανασσῆ, Σουταλαὰμ, καὶ Ταάμ· υἱοὶ δὲ Σουταλαὰμ, Ἐδώμ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
19Υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακὼβ, Ἰωσὴφ, καὶ Βενιαμείν.
Cross References
Genesis 41:45Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ, Ψονθομφανήχ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ εἰς γυναῖκα.
Genesis 48:1Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀπηγγέλη τῷ Ἰωσὴφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται· καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ τὸν Μανασσῆ καὶ τὸν Ἐφραὶμ, ἦλθε πρὸς Ἰακώβ.
Genesis 48:13Λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραὶμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραὴλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραὴλ, ἤγγισεν αὐτοὺς αὐτῷ.
Numbers 1:32Τοῖς υἱοῖς Μανασσὴ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Deuteronomy 33:13Καὶ τῷ Ἰωσὴφ εἶπεν, ἀπʼ εὐλογίας Κύριου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ, καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν,
1 Chronicles 7:14Υἱοὶ Μανασσῆ, Ἐσριὴλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα, ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ.