Γένεσις 46:32
Οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
33Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ, καὶ εἴπῃ ὑμῖν, τί τὸ ἔργον ὑμῶν ἐστι;
Cross References
Genesis 9:20Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα.
Genesis 37:2Ἰωσὴφ δὲ δέκα καὶ ἑπτὰ ἐτῶν ἦν, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀδελφῶν αὐτοῦ, ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλᾶς, καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς, τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ· κατήνεγκαν δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν.
Genesis 46:34Ἐρεῖτε, ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν· ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.
Exodus 3:1Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ ἱερέως Μαδιὰμ, καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ.
1 Kings 18:5Καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδιοὺ, δεῦρο, καὶ διέλθωμεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάῤῥους, ἐὰν πῶς εὕρωμεν βοτάνην, καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν.