Γένεσις 47:26
Καὶ ἔθετο αὐτοῖς Ἰωσὴφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης, ἐπὶ γῆς Αἰγύπτου τῷ Φαραὼ ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἧν τῷ Φαραώ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
25Καὶ εἶπαν, σέσωκας ἡμᾶς· εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν, καὶ ἐσόμεθα παῖδες τῷ Φαραώ.
Cross References
Genesis 14:20Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ ἔδωκεν αὐτῷ Ἅβραμ δεκάτην ἀπὸ πάντων.
Genesis 41:34Καὶ ποιησάτω Φαραὼ καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς· καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γεννήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας,
Leviticus 27:30Πᾶσα δεκάτη τῆς γῆς, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ τοῦ καρποῦ τοῦ ξυλίνου, τῷ. Κυρίῳ ἐστίν, ἅγιον τῷ Κυρίῳ.
Deuteronomy 14:22Δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατʼ ἐνιαυτόν.
Ezra 7:24Καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσι τοῖς ἱερεῦσι, καὶ τοῖς Λευίταις, ᾄδουσι, πυλωροῖς, Ναθινὶμ, καὶ λειτουργοῖς οἴκου Θεοῦ τοῦτο, φόρος μὴ ἔστω σοι, οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς.