Γένεσις 7:13
Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ, εἰς τὴν κιβωτόν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
12Καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
Cross References
Genesis 5:32Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων· καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ.
Genesis 6:18Καὶ στήσω τὴν διαθήκην μου μετά σου· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετά σου.
Genesis 7:7Εἰσῆλθε δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ εἰς τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ.
Genesis 9:18Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν.
Genesis 10:6Υἱοὶ δὲ Χὰμ, Χοὺς, καὶ Μεσραῒν, Φοὺδ, καὶ Χαναάν.
Judges 21:22Καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ἡμᾶς, καὶ ἐροῦμεν αὐτοῖς, ἔλεος ποιήσατε ἡμῖν αὐτὰς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς, ὡς κλῆρος πλημμελήσατε.