Habakkuk 1:12
Οὐχὶ σὺ ἀπʼ ἀρχῆς Κύριε ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν· Κύριε εἰς κρίμα τέταχας αὐτὸ, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
11τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται, καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου.
Cross References
Deuteronomy 32:4Θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία· δίκαιος καὶ ὅσιος Κύριος.
Deuteronomy 33:27Καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ, καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων· καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν, λέγων, ἀπόλοιο.
2 Kings 19:25Ἔπλασα αὐτὴν, συνήγαγον αὐτήν· καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων πόλεις ὀχυράς.
Psalms 18:1Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Psalms 90:1Αἶνος ᾠδῆς τῷ Δαυίδ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
Psalms 93:2Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.