Haggai 1:13
Καὶ εἶπεν Ἀγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ, ἐγώ εἰμι μεθʼ ὑμῶν, λέγει Κύριος.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 2:1Καὶ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου, καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν· καὶ εἶπα, οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθʼ ὑμῶν εἰς τὸν αἰῶνα.
2 Chronicles 15:2Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδα καὶ Βενιαμὶν, καὶ εἶπεν, ἀκούσατέ μου Ἀσὰ, καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν· Κύριος μεθʼ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετʼ αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτὸν εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλείπητε αὐτὸν, ἐγκαταλείψει ὑμᾶς.
2 Chronicles 32:8Μετὰ αὐτοῦ βραχίονες σάρκινοι, μεθʼ ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σώζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν· καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.
Isaiah 8:10Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθʼ ἡμῶν ὁ Θεός.
Isaiah 42:19Καὶ τίς τυφλὸς ἀλλʼ ἢ οἱ παῖδές μου, καὶ κωφοὶ ἀλλʼ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.