Haggai 2:5
καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 19:4Αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοῖς Αἱγυπτίοις, καὶ ἀνέλαβον ὑμᾶς ὡσεὶ ἐπὶ πτερύγων ἀετῶν, καὶ προσηγαγόμην ὑμᾶς πρὸς ἐμαυτόν.
Exodus 24:3Εἰσῆλθε δὲ Μωυσῆς, καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ, λέγοντες, πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα.
Exodus 29:45Καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἔσομαι αὐτῶν Θεός.
Exodus 34:8Καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησε·
Numbers 11:25Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπʼ αὐτῷ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπʼ αὐτοὺς, καὶ ἐπροφήτευσαν, καὶ οὐκ ἔτι προσέθεντο.
Joshua 8:1Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς, μηδὲ δειλιάσῃς· λάβε μετὰ σοῦ πάντας τοὺς ἄνδρας τοὺς πολεμιστάς, καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαί· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ, καὶ τὴν γῆν αὐτοῦ.